Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Θρηνοι

CAPUT. 5

5:1 Μνήσϑητι, κύριε, ὅ τι ἐγενήϑη ἡμῖν·
ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.

5:2 κληρονομία ἡμῶν μετεστράϕη ἀλλοτρίοις,
οἱ οἶκοι ἡμῶν ξένοις.

5:3 ὀρϕανοὶ ἐγενήϑημεν, οὐχ ὑπάρχει πατήρ·
μητέρες ἡμῶν ὡς αἱ χῆραι.

5:4 ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλϑεν.

5:5 ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχϑημεν·
ἐκοπιάσαμεν, οὐκ ἀνεπαύϑημεν.

5:6 Αἴγυπτος ἔδωκεν χεῖρα,
Ασσουρ εἰς πλησμονὴν αὐτῶν.

5:7 οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν·
ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.

5:8 δοῦλοι ἐκυρίευσαν ἡμῶν,
λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.

5:9 ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
ἀπὸ προσώπου ῥομϕαίας τῆς ἐρήμου.

5:10 τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώϑη,
συνεσπάσϑησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.

5:11 γυναῖκας ἐν Σιων ἐταπείνωσαν,
παρϑένους ἐν πόλεσιν Ιουδα.

5:12 ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσϑησαν,
πρεσβύτεροι οὐκ ἐδοξάσϑησαν.

5:13 ἐκλεκτοὶ κλαυϑμὸν ἀνέλαβον,
καὶ νεανίσκοι ἐν ξύλῳ ἠσϑένησαν.

5:14 καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.

5:15 κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
ἐστράϕη εἰς πένϑος ὁ χορὸς ἡμῶν.

5:16 ἔπεσεν ὁ στέϕανος τῆς κεϕαλῆς ἡμῶν·
οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.

5:17 περὶ τούτου ἐγενήϑη ὀδυνηρὰ ἡ καρδία ἡμῶν,
περὶ τούτου ἐσκότασαν οἱ ὀϕϑαλμοὶ ἡμῶν·

5:18 ἐπ' ὄρος Σιων, ὅτι ἠϕανίσϑη,
ἀλώπεκες διῆλϑον ἐν αὐτῇ.

5:19 σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις,
ὁ ϑρόνος σου εἰς γενεὰν καὶ γενεάν.

5:20 ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν,
καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;

5:21 ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραϕησόμεϑα·
καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καϑὼς ἔμπροσϑεν.

5:22 ὅτι ἀπωϑούμενος ἀπώσω ἡμᾶς,
ὠργίσϑης ἐϕ' ἡμᾶς ἕως σϕόδρα.