Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Θρηνοι

CAPUT. 3

3:1 ᾽Εγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ ϑυμοῦ αὐτοῦ ἐπ' ἐμέ·

3:2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ ϕῶς,

3:3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.

3:4 ᾽Επαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·

3:5 ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ ἐκύκλωσεν κεϕαλήν μου καὶ ἐμόχϑησεν,

3:6 ἐν σκοτεινοῖς ἐκάϑισέν με ὡς νεκροὺς αἰῶνος.

3:7 ᾽Ανῳκοδόμησεν κατ' ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου·

3:8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέϕραξεν προσευχήν μου·

3:9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέϕραξεν τρίβους μου, ἐτάραξεν.

3:10 ῎Αρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυϕαίοις·

3:11 κατεδίωξεν ἀϕεστηκότα καὶ κατέπαυσέν με, ἔϑετό με ἠϕανισμένην·

3:12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.

3:13 Εἰσήγαγεν τοῖς νεϕροῖς μου ἰοὺς ϕαρέτρας αὐτοῦ·

3:14 ἐγενήϑην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν·

3:15 ἐχόρτασέν με πικρίας, ἐμέϑυσέν με χολῆς.

3:16 Καὶ ἐξέβαλεν ψήϕῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν·

3:17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαϑόμην ἀγαϑὰ

3:18 καὶ εἶπα ᾽Απώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου.

3:19 ᾽Εμνήσϑην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ

χολῆς μου·

3:20 μνησϑήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου·

3:21 ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.

3:25 ᾽Αγαϑὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν

ἀγαϑὸν

3:26 καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου.

3:27 ἀγαϑὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.

3:28 Καϑήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐϕ' ἑαυτῷ·

3:30 δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασϑήσεται ὀνειδισμῶν.

3:31 ῞Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος·

3:32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆϑος τοῦ ἐλέους αὐτοῦ·

3:33 ὅτι οὐκ ἀπεκρίϑη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.

3:34 Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,

3:35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,

3:36 καταδικάσαι ἄνϑρωπον ἐν τῷ κρίνεσϑαι αὐτὸν κύριος οὐκ εἶπεν.

3:37 Τίς οὕτως εἶπεν, καὶ ἐγενήϑη; κύριος οὐκ ἐνετείλατο,

3:38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαϑόν;

3:39 τί γογγύσει ἄνϑρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;

3:40 ᾽Εξηρευνήϑη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσϑη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου·

3:41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ

3:42 ῾Ημαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσϑης.

3:43 ᾽Επεσκέπασας ἐν ϑυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐϕείσω.

3:44 ἐπεσκέπασας νεϕέλην σεαυτῷ εἵνεκεν προσευχῆς,

3:45 καμμύσαι με καὶ ἀπωσϑῆναι ἔϑηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.

3:46 Διήνοιξαν ἐϕ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχϑροὶ ἡμῶν·

3:47 ϕόβος καὶ ϑυμὸς ἐγενήϑη ἡμῖν, ἔπαρσις καὶ συντριβή·

3:48 ἀϕέσεις ὑδάτων κατάξει ὁ ὀϕϑαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς

ϑυγατρὸς τοῦ λαοῦ μου.

3:49 ῾Ο ὀϕϑαλμός μου κατεπόϑη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,

3:50 ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ·

3:51 ὁ ὀϕϑαλμός μου ἐπιϕυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας ϑυγατέρας

πόλεως.

3:52 Θηρεύοντες ἐϑήρευσάν με ὡς στρουϑίον οἱ ἐχϑροί μου δωρεάν,

3:53 ἐϑανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέϑηκαν λίϑον ἐπ' ἐμοί,

3:54 ὑπερεχύϑη ὕδωρ ἐπὶ κεϕαλήν μου· εἶπα ᾽Απῶσμαι.

3:55 ᾽Επεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου·

3:56 ϕωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου.

3:57 εἰς τὴν βοήϑειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς

μοι Μὴ ϕοβοῦ.

3:58 ᾽Εδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου·

3:59 εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου·

3:60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν

ἐν ἐμοί.

3:61 ῎Ηκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν

κατ' ἐμοῦ,

3:62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν

ἡμέραν,

3:63 καϑέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀϕϑαλμοὺς

αὐτῶν.

3:64 ᾽Αποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν

αὐτῶν,

3:65 ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχϑον σου αὐτοῖς,

3:66 καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ,

κύριε.