Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Ιωβ

CAPUT. 9

9:1 ῾Υπολαβὼν δὲ Ιωβ λέγει

9:2 ᾽Επ' ἀληϑείας οἶδα ὅτι οὕτως ἐστίν·
πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;

9:3 ἐὰν γὰρ βούληται κριϑῆναι αὐτῷ,
οὐ μὴ ὑπακούσῃ αὐτῷ,
ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.

9:4 σοϕὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

9:5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν,
ὁ καταστρέϕων αὐτὰ ὀργῇ·

9:6 ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ ϑεμελίων,
οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·

9:7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,
κατὰ δὲ ἄστρων κατασϕραγίζει·

9:8 ὁ τανύσας τὸν οὐρανὸν μόνος
καὶ περιπατῶν ὡς ἐπ' ἐδάϕους ἐπὶ ϑαλάσσης·

9:9 ὁ ποιῶν Πλειάδα καὶ ῞Εσπερον καὶ ᾽Αρκτοῦρον καὶ ταμίεια

νότου·

9:10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριϑμός.

9:11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω·
καὶ ἐὰν παρέλϑῃ με, οὐδ' ὧς ἔγνων.

9:12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει;
ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;

9:13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
ὑπ' αὐτοῦ ἐκάμϕϑησαν κήτη τὰ ὑπ' οὐρανόν.

9:14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου.

9:15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου,
τοῦ κρίματος αὐτοῦ δεηϑήσομαι·S

9:16 ἐάν τε καλέσω καὶ ὑπακούσῃ,
οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.

9:17 μὴ γνόϕῳ με ἐκτρίψῃ;
πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς.

9:18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι,
ἐνέπλησεν δέ με πικρίας.

9:19 ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ·
τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;

9:20 ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.

9:21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ,
πλὴν ὅτι ἀϕαιρεῖταί μου ἡ ζωή.

9:22 διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,

9:23 ὅτι ϕαῦλοι ἐν ϑανάτῳ ἐξαισίῳ,
ἀλλὰ δίκαιοι καταγελῶνται·

9:24 παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.
πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει·
εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;S

9:25 ὁ δὲ βίος μού ἐστιν ἐλαϕρότερος δρομέως·
ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.

9:26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ
ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;

9:27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν,
συγκύψας τῷ προσώπῳ στενάξω.

9:28 σείομαι πᾶσιν τοῖς μέλεσιν,
οἶδα γὰρ ὅτι οὐκ ἀϑῷόν με ἐάσεις.

9:29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέϑανον;

9:30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι
καὶ ἀποκαϑάρωμαι χερσὶν καϑαραῖς,

9:31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας,
ἐβδελύξατο δέ με ἡ στολή.

9:32 οὐ γὰρ εἶ ἄνϑρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι,
ἵνα ἔλϑωμεν ὁμοϑυμαδὸν εἰς κρίσιν.

9:33 εἴϑε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων
καὶ διακούων ἀνὰ μέσον ἀμϕοτέρων·

9:34 ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον,
ὁ δὲ ϕόβος αὐτοῦ μή με στροβείτω,

9:35 καὶ οὐ μὴ ϕοβηϑῶ, ἀλλὰ λαλήσω·
οὐ γὰρ οὕτω συνεπίσταμαι.