Σοφια Σιραχ

ΠΡΟΛΟΓΟΣ

1Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προϕητῶν

2καὶ τῶν ἄλλων τῶν κατ' αὐτοὺς ἠκολουϑηκότων δεδομένων,

3ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ
  σοϕίας,

4καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον
  ἐστὶν ἐπιστήμονας γίνεσϑαι,

5ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασϑαι τοὺς ϕιλομαϑοῦντας χρησίμους
  εἶναι

6καὶ λέγοντας καὶ γράϕοντας,

7ὁ πάππος μου ᾽Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς

8εἴς τε τὴν τοῦ νόμου

9καὶ τῶν προϕητῶν

10καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν

11καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος

12προήχϑη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ
  σοϕίαν ἀνηκόντων,

13ὅπως οἱ ϕιλομαϑεῖς καὶ τούτων ἔνοχοι γενόμενοι

14πολλῷ μᾶλλον ἐπιπροσϑῶσιν διὰ τῆς ἐννόμου βιώσεως.

15Παρακέκλησϑε οὖν

16μετ' εὐνοίας καὶ προσοχῆς

17τὴν ἀνάγνωσιν ποιεῖσϑαι

18καὶ συγγνώμην ἔχειν

19ἐϕ' οἷς ἂν δοκῶμεν

20τῶν κατὰ τὴν ἑρμηνείαν πεϕιλοπονημένων τισὶν τῶν
  λέξεων ἀδυναμεῖν·

21οὐ γὰρ ἰσοδυναμεῖ

22αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχϑῇ
  εἰς ἑτέραν γλῶσσαν·

23οὐ μόνον δὲ ταῦτα,

24ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προϕητεῖαι

25καὶ τὰ λοιπὰ τῶν βιβλίων

26οὐ μικρὰν ἔχει τὴν διαϕορὰν ἐν ἑαυτοῖς λεγόμενα.

27᾽Εν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου
  βασιλέως

28παραγενηϑεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας

29εὑρὼν οὐ μικρᾶς παιδείας ἀϕόμοιον

30ἀναγκαιότατον ἐϑέμην καὶ αὐτός τινα προσενέγκασϑαι σπουδὴν
  καὶ ϕιλοπονίαν τοῦ μεϑερμηνεῦσαι τήνδε τὴν
  βίβλον

31πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος

32ἐν τῷ διαστήματι τοῦ χρόνου

33πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσϑαι

34καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις ϕιλομαϑεῖν

35προκατασκευαζομένους τὰ ἤϑη

36ἐννόμως βιοτεύειν.