Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Εκκλησιαστησ

CAPUT. 6

6:1 ῎Εστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνϑρωπον·

6:2 ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ ϑεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν,
καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ
ἀπὸ πάντων, ὧν ἐπιϑυμήσει,
καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ ϑεὸς τοῦ ϕαγεῖν ἀπ' αὐτοῦ,
ὅτι ἀνὴρ ξένος ϕάγεται αὐτόν·
τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν.

6:3 ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται,
καὶ πλῆϑος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ,
καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησϑήσεται ἀπὸ τῆς ἀγαϑωσύνης,
καί γε ταϕὴ οὐκ ἐγένετο αὐτῷ,
εἶπα ᾽Αγαϑὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,

6:4 ὅτι ἐν ματαιότητι ἦλϑεν καὶ ἐν σκότει πορεύεται,
καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυϕϑήσεται,

6:5 καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω,
ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.

6:6 καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καϑόδους
καὶ ἀγαϑωσύνην οὐκ εἶδεν,
μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;

6:7 Πᾶς μόχϑος τοῦ ἀνϑρώπου εἰς στόμα αὐτοῦ,
καί γε ἡ ψυχὴ οὐ πληρωϑήσεται.

6:8 ὅτι τίς περισσεία τῷ σοϕῷ ὑπὲρ τὸν ἄϕρονα;
διότι ὁ πένης οἶδεν πορευϑῆναι κατέναντι τῆς ζωῆς.

6:9 ἀγαϑὸν ὅραμα ὀϕϑαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ.
καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

6:10 Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ,
καὶ ἐγνώσϑη ὅ ἐστιν ἄνϑρωπος,
καὶ οὐ δυνήσεται τοῦ κριϑῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·

6:11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληϑύνοντες ματαιότητα.
τί περισσὸν τῷ ἀνϑρώπῳ;

6:12 ὅτι τίς οἶδεν τί ἀγαϑὸν τῷ ἀνϑρώπῳ ἐν τῇ ζωῇ
ἀριϑμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;
καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ·
ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνϑρώπῳ
τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;