Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Δευτερονομιον

CAPUT. 21

21:1 ᾽Εὰν δὲ εὑρεϑῇ τραυματίας ἐν τῇ γῇ, ᾗ κύριος ὁ ϑεός σου δίδωσίν
σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ καὶ οὐκ οἴδασιν
τὸν πατάξαντα,

21:2 ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου
καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου,

21:3 καὶ
ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ καὶ λήμψεται ἡ γερουσία
τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργασται καὶ ἥτις
οὐχ εἵλκυσεν ζυγόν,

21:4 καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως
ἐκείνης τὴν δάμαλιν εἰς ϕάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται
οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσιν τὴν δάμαλιν ἐν τῇ ϕάραγγι.

21:5 καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται ὅτι αὐτοὺς ἐπέλεξεν
κύριος ὁ ϑεός σου παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι
αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ
πᾶσα ἁϕή ,

21:6 καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες
τῷ τραυματίᾳ νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν τῆς
δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ ϕάραγγι

21:7 καὶ ἀποκριϑέντες
ἐροῦσιν Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀϕϑαλμοὶ
ἡμῶν οὐχ ἑωράκασιν·

21:8 ἵλεως γενοῦ τῷ λαῷ σου Ισραηλ, οὓς
ἐλυτρώσω, κύριε, ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον
ἐν τῷ λαῷ σου Ισραηλ. καὶ ἐξιλασϑήσεται αὐτοῖς τὸ αἷμα.

21:9 σὺ δὲ
ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν
καὶ τὸ ἀρεστὸν ἔναντι κυρίου τοῦ ϑεοῦ σου.

21:10 ᾽Εὰν δὲ ἐξελϑὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχϑρούς σου καὶ παραδῷ
σοι κύριος ὁ ϑεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσεις
τὴν προνομὴν αὐτῶν

21:11 καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ
εἴδει καὶ ἐνϑυμηϑῇς αὐτῆς καὶ λάβῃς αὐτὴν σαυτῷ γυναῖκα,

21:12 καὶ
εἰσάξεις αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου καὶ ξυρήσεις τὴν κεϕαλὴν
αὐτῆς καὶ περιονυχιεῖς αὐτὴν

21:13 καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας
αὐτῆς ἀπ' αὐτῆς, καὶ καϑίεται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται
τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, καὶ μετὰ ταῦτα
εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισϑήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή.

21:14 καὶ ἔσται ἐὰν μὴ ϑέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευϑέραν,
καὶ πράσει οὐ πραϑήσεται ἀργυρίου· οὐκ ἀϑετήσεις αὐτήν, διότι
ἐταπείνωσας αὐτήν.

21:15 ᾽Εὰν δὲ γένωνται ἀνϑρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη
καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη
καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης,

21:16 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληροδοτῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα
αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης
ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον,

21:17 ἀλλὰ τὸν
πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ
ἀπὸ πάντων, ὧν ἂν εὑρεϑῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων
αὐτοῦ, καὶ τούτῳ καϑήκει τὰ πρωτοτόκια.

21:18 ᾽Εὰν δέ τινι ᾖ υἱὸς ἀπειϑὴς καὶ ἐρεϑιστὴς οὐχ ὑπακούων ϕωνὴν
πατρὸς καὶ ϕωνὴν μητρὸς καὶ παιδεύσωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ
αὐτῶν,

21:19 καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ
αὐτοῦ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ
καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ

21:20 καὶ ἐροῦσιν τοῖς ἀνδράσιν
τῆς πόλεως αὐτῶν ῾Ο υἱὸς ἡμῶν οὗτος ἀπειϑεῖ καὶ ἐρεϑίζει, οὐχ
ὑπακούει τῆς ϕωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοϕλυγεῖ·

21:21 καὶ λιϑοβολήσουσιν
αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίϑοις, καὶ ἀποϑανεῖται·
καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι
ἀκούσαντες ϕοβηϑήσονται.

21:22 ᾽Εὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα ϑανάτου καὶ ἀποϑάνῃ
καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου,

21:23 οὐκ ἐπικοιμηϑήσεται τὸ σῶμα
αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταϕῇ ϑάψετε αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ,
ὅτι κεκατηραμένος ὑπὸ ϑεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ
οὐ μιανεῖτε τὴν γῆν, ἣν κύριος ὁ ϑεός σου δίδωσίν σοι ἐν κλήρῳ.