Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 9

9:1 Καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν, καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ
υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αϕεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου, ἀνὴρ
δυνατός.

9:2 καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαουλ, εὐμεγέϑης, ἀνὴρ
ἀγαϑός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαϑὸς ὑπὲρ αὐτόν, ὑπὲρ
ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.

9:3 καὶ ἀπώλοντο αἱ
ὄνοι Κις πατρὸς Σαουλ, καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ
Λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύϑητε
καὶ ζητήσατε τὰς ὄνους.

9:4 καὶ διῆλϑον δι' ὄρους Εϕραιμ καὶ διῆλϑον
διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον· καὶ διῆλϑον διὰ τῆς γῆς
Εασακεμ, καὶ οὐκ ἦν· καὶ διῆλϑον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον.

9:5 αὐτῶν ἐλϑόντων εἰς τὴν Σιϕ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ
αὐτοῦ τῷ μετ' αὐτοῦ Δεῦρο καὶ ἀναστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ
μου τὰς ὄνους ϕροντίζῃ περὶ ἡμῶν.

9:6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον
᾽Ιδοὺ δὴ ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνϑρωπος
ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται·
καὶ νῦν πορευϑῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐϕ'
ἣν ἐπορεύϑημεν ἐπ' αὐτήν.

9:7 καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ
τῷ μετ' αὐτοῦ Καὶ ἰδοὺ πορευσόμεϑα, καὶ τί οἴσομεν τῷ ἀνϑρώπῳ
τοῦ ϑεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ
πλεῖον οὐκ ἔστιν μεϑ' ἡμῶν εἰσενεγκεῖν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ τὸ
ὑπάρχον ἡμῖν.

9:8 καὶ προσέϑετο τὸ παιδάριον ἀποκριϑῆναι τῷ Σαουλ
καὶ εἶπεν ᾽Ιδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου,
καὶ δώσεις τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν
ἡμῶν.

9:9 καὶ ἔμπροσϑεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσϑαι
ἐπερωτᾶν τὸν ϑεόν Δεῦρο πορευϑῶμεν πρὸς τὸν βλέποντα·
ὅτι τὸν προϕήτην ἐκάλει ὁ λαὸς ἔμπροσϑεν ῾Ο βλέπων.

9:10 καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ ᾽Αγαϑὸν τὸ ῥῆμα,
δεῦρο καὶ πορευϑῶμεν. καὶ ἐπορεύϑησαν εἰς τὴν πόλιν, οὗ ἦν
ἐκεῖ ὁ ἄνϑρωπος τοῦ ϑεοῦ.

9:11 αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν
τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυϑότα ὑδρεύσασϑαι
ὕδωρ καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦϑα ὁ βλέπων;

9:12 καὶ ἀπεκρίϑη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ῎Εστιν,
ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν
πόλιν, ὅτι ϑυσία σήμερον τῷ λαῷ ἐν Βαμα·

9:13 ὡς ἂν εἰσέλϑητε
τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν
εἰς Βαμα τοῦ ϕαγεῖν, ὅτι οὐ μὴ ϕάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελϑεῖν
αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν ϑυσίαν, καὶ μετὰ ταῦτα ἐσϑίουσιν
οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.

9:14 καὶ ἀναβαίνουσιν τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον
τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτῶν τοῦ
ἀναβῆναι εἰς Βαμα.

9:15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ
ἡμέρᾳ μιᾷ ἔμπροσϑεν τοῦ ἐλϑεῖν πρὸς αὐτὸν Σαουλ λέγων

9:16 ῾Ως
ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν, καὶ
χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ σώσει
τὸν λαόν μου ἐκ χειρὸς ἀλλοϕύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν
τοῦ λαοῦ μου, ὅτι ἦλϑεν βοὴ αὐτῶν πρός με.

9:17 καὶ Σαμουηλ
εἶδεν τὸν Σαουλ· καὶ κύριος ἀπεκρίϑη αὐτῷ ᾽Ιδοὺ ὁ ἄνϑρωπος,
ὃν εἶπά σοι Οὗτος ἄρξει ἐν τῷ λαῷ μου.

9:18 καὶ προσήγαγεν Σαουλ
πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν ᾽Απάγγειλον δὴ
ποῖος ὁ οἶκος τοῦ βλέποντος.

9:19 καὶ ἀπεκρίϑη Σαμουηλ τῷ Σαουλ
καὶ εἶπεν ᾽Εγώ εἰμι αὐτός· ἀνάβηϑι ἔμπροσϑέν μου εἰς Βαμα καὶ
ϕάγε μετ' ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ
ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι·

9:20 καὶ περὶ τῶν ὄνων σου τῶν
ἀπολωλυιῶν σήμερον τριταίων μὴ ϑῇς τὴν καρδίαν σου αὐταῖς,
ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ; οὐ σοὶ καὶ τῷ οἴκῳ
τοῦ πατρός σου;

9:21 καὶ ἀπεκρίϑη Σαουλ καὶ εἶπεν Οὐχὶ ἀνδρὸς
υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου ϕυλῆς Ισραηλ καὶ
τῆς ϕυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν; καὶ ἵνα τί
ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο;

9:22 καὶ ἔλαβεν Σαμουηλ
τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ
κατάλυμα καὶ ἔϑετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων
ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.

9:23 καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ Δός
μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι ϑεῖναι αὐτὴν παρὰ σοί.

9:24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέϑηκεν αὐτὴν ἐνώπιον
Σαουλ· καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ ᾽Ιδοὺ ὑπόλειμμα, παράϑες
αὐτὸ ἐνώπιόν σου καὶ ϕάγε, ὅτι εἰς μαρτύριον τέϑειταί σοι
παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔϕαγεν Σαουλ μετὰ Σαμουηλ ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ.

9:25 καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει· καὶ
διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι,

9:26 καὶ ἐκοιμήϑη. καὶ ἐγένετο
ὡς ἀνέβαινεν ὁ ὄρϑρος, καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ
δώματι λέγων ᾽Ανάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαουλ,
καὶ ἐξῆλϑεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω.

9:27 αὐτῶν καταβαινόντων
εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ Εἰπὸν τῷ
νεανίσκῳ καὶ διελϑέτω ἔμπροσϑεν ἡμῶν, καὶ σὺ στῆϑι ὡς σήμερον
καὶ ἄκουσον ῥῆμα ϑεοῦ.