Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 7

7:1 καὶ
ἔρχονται οἱ ἄνδρες Καριαϑιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαϑήκης
κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ
βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν ϕυλάσσειν τὴν κιβωτὸν
διαϑήκης κυρίου.

7:2 Καὶ ἐγενήϑη ἀϕ' ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαϑιαριμ, ἐπλήϑυναν
αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος
Ισραηλ ὀπίσω κυρίου.

7:3 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ
λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέϕετε πρὸς κύριον, περιέλετε
τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση
καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε
αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοϕύλων.

7:4 καὶ περιεῖλον
οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωϑ καὶ ἐδούλευσαν
κυρίῳ μόνῳ.

7:5 καὶ εἶπεν Σαμουηλ ᾽Αϑροίσατε πάντα Ισραηλ εἰς
Μασσηϕαϑ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον.

7:6 καὶ συνήχϑησαν
εἰς Μασσηϕαϑ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον
κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν
῾Ημαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς
Ισραηλ εἰς Μασσηϕαϑ.

7:7 καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι ὅτι συνηϑροίσϑησαν
πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηϕαϑ, καὶ ἀνέβησαν σατράπαι
ἀλλοϕύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐϕοβήϑησαν
ἀπὸ προσώπου ἀλλοϕύλων.

7:8 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ
πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀϕ' ἡμῶν τοῦ μὴ βοᾶν πρὸς
κύριον ϑεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοϕύλων.

7:9 καὶ ἔλαβεν
Σαμουηλ ἄρνα γαλαϑηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν
σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς
κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ κύριος.

7:10 καὶ ἦν Σαμουηλ
ἀναϕέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόϕυλοι προσῆγον εἰς πόλεμον
ἐπὶ Ισραηλ. καὶ ἐβρόντησεν κύριος ἐν ϕωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ἐπὶ τοὺς ἀλλοϕύλους, καὶ συνεχύϑησαν καὶ ἔπταισαν ἐνώπιον
Ισραηλ.

7:11 καὶ ἐξῆλϑαν ἄνδρες Ισραηλ ἐκ Μασσηϕαϑ καὶ κατεδίωξαν
τοὺς ἀλλοϕύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ
Βαιϑχορ.

7:12 καὶ ἔλαβεν Σαμουηλ λίϑον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ
μέσον Μασσηϕαϑ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ
ὄνομα αὐτοῦ Αβενεζερ, Λίϑος τοῦ βοηϑοῦ, καὶ εἶπεν ῞Εως ἐνταῦϑα
ἐβοήϑησεν ἡμῖν κύριος.

7:13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοϕύλους,
καὶ οὐ προσέϑεντο ἔτι προσελϑεῖν εἰς ὅριον Ισραηλ· καὶ ἐγενήϑη
χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοϕύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ.

7:14 καὶ ἀπεδόϑησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόϕυλοι παρὰ τῶν
υἱῶν Ισραηλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ ᾽Ασκαλῶνος
ἕως Αζοβ, καὶ τὸ ὅριον Ισραηλ ἀϕείλαντο ἐκ χειρὸς ἀλλοϕύλων.
καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.

7:15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς
αὐτοῦ·

7:16 καὶ ἐπορεύετο κατ' ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιϑηλ
καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηϕαϑ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν
πᾶσι τοῖς ἡγιασμένοις τούτοις,

7:17 ἡ δὲ ἀποστροϕὴ αὐτοῦ εἰς Αρμαϑαιμ,
ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ
καὶ ᾠκοδόμησεν ἐκεῖ ϑυσιαστήριον τῷ κυρίῳ.