Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 30

30:1 Καὶ ἐγενήϑη εἰσελϑόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς
Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Αμαληκ ἐπέϑετο ἐπὶ τὸν νότον
καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν
ἐν πυρί·

30:2 καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ
ἕως μεγάλου οὐκ ἐϑανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ' ᾐχμαλώτευσαν
καὶ ἀπῆλϑον εἰς τὴν ὁδὸν αὐτῶν.

30:3 καὶ ἦλϑεν Δαυιδ καὶ οἱ
ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ
γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.

30:4 καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν ϕωνὴν αὐτῶν
καὶ ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν.

30:5 καὶ ἀμϕότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύϑησαν, Αχινοομ ἡ
Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.

30:6 καὶ ἐϑλίβη
Δαυιδ σϕόδρα, ὅτι εἶπεν ὁ λαὸς λιϑοβολῆσαι αὐτόν, ὅτι κατώδυνος
ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ
ἐπὶ τὰς ϑυγατέρας αὐτοῦ· καὶ ἐκραταιώϑη Δαυιδ ἐν κυρίῳ ϑεῷ
αὐτοῦ.

30:7 καὶ εἶπεν Δαυιδ πρὸς Αβιαϑαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ
Προσάγαγε τὸ εϕουδ.

30:8 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων
Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου; εἰ καταλήμψομαι
αὐτούς; καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ
καὶ ἐξαιρούμενος ἐξελῇ.

30:9 καὶ ἐπορεύϑη Δαυιδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι
ἄνδρες μετ' αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ,
καὶ οἱ περισσοὶ ἔστησαν.

30:10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν,
ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάϑισαν πέραν τοῦ
χειμάρρου τοῦ Βοσορ.

30:11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ
καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ·
καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔϕαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·

30:12 καὶ διδόασιν αὐτῷ κλάσμα παλάϑης, καὶ ἔϕαγεν, καὶ κατέστη τὸ
πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει
ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

30:13 καὶ εἶπεν αὐτῷ Δαυιδ Τίνος
σὺ εἶ καὶ πόϑεν εἶ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον ᾽Εγώ
εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου, καὶ κατέλιπέν με ὁ κύριός μου,
ὅτι ἠνωχλήϑην ἐγὼ σήμερον τριταῖος.

30:14 καὶ ἡμεῖς ἐπεϑέμεϑα ἐπὶ
νότον τοῦ Χολϑι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ
καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί.

30:15 καὶ εἶπεν πρὸς αὐτὸν
Δαυιδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο; καὶ εἶπεν ῎Ομοσον
δή μοι κατὰ τοῦ ϑεοῦ μὴ ϑανατώσειν με καὶ μὴ παραδοῦναί
με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο.

30:16 καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ
πρόσωπον πάσης τῆς γῆς ἐσϑίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες
ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοϕύλων
καὶ ἐκ γῆς Ιουδα.

30:17 καὶ ἦλϑεν ἐπ' αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς
ἀπὸ ἑωσϕόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώϑη
ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ' ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα
ἐπὶ τὰς καμήλους καὶ ἔϕυγον.

30:18 καὶ ἀϕείλατο Δαυιδ πάντα, ἃ ἔλαβον
οἱ Αμαληκῖται, καὶ ἀμϕοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο.

30:19 καὶ οὐ διεϕώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ
τῶν σκύλων καὶ ἕως υἱῶν καὶ ϑυγατέρων καὶ ἕως πάντων, ὧν
ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψεν Δαυιδ.

30:20 καὶ ἔλαβεν Δαυιδ
πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσϑεν τῶν
σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο Ταῦτα τὰ σκῦλα Δαυιδ.

30:21 καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς
ἐκλυϑέντας τοῦ πορεύεσϑαι ὀπίσω Δαυιδ καὶ ἐκάϑισεν αὐτοὺς ἐν
τῷ χειμάρρῳ τῷ Βοσορ, καὶ ἐξῆλϑον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς
ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ' αὐτοῦ, καὶ προσήγαγεν Δαυιδ ἕως
τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.

30:22 καὶ ἀπεκρίϑη πᾶς
ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευϑέντων
μετὰ Δαυιδ καὶ εἶπαν ῞Οτι οὐ κατεδίωξαν μεϑ' ἡμῶν,
οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλάμεϑα, ὅτι ἀλλ' ἢ
ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσϑωσαν καὶ
ἀποστρεϕέτωσαν.

30:23 καὶ εἶπεν Δαυιδ Οὐ ποιήσετε οὕτως μετὰ τὸ
παραδοῦναι τὸν κύριον ἡμῖν καὶ ϕυλάξαι ἡμᾶς καὶ παρέδωκεν
κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐϕ' ἡμᾶς εἰς χεῖρας ἡμῶν.

30:24 καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον
ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον
οὕτως ἔσται ἡ μερὶς τοῦ καϑημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ
μεριοῦνται.

30:25 καὶ ἐγενήϑη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ
ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον.

30:26 Καὶ ἦλϑεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις
Ιουδα τῶν σκύλων καὶ τοῖς πλησίον αὐτοῦ λέγων ᾽Ιδοὺ ἀπὸ
τῶν σκύλων τῶν ἐχϑρῶν κυρίου·

30:27 τοῖς ἐν Βαιϑσουρ καὶ τοῖς ἐν
Ραμα νότου καὶ τοῖς ἐν Ιεϑϑορ

30:28 καὶ τοῖς ἐν Αροηρ καὶ τοῖς Αμμαδι
καὶ τοῖς ἐν Σαϕι καὶ τοῖς ἐν Εσϑιε

30:28a καὶ τοῖς ἐν Γεϑ καὶ τοῖς
ἐν Κιναν καὶ τοῖς ἐν Σαϕεκ καὶ τοῖς ἐν Θιμαϑ

30:29 καὶ τοῖς ἐν Καρμήλῳ
καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ιεραμηλι καὶ τοῖς ἐν ταῖς πόλεσιν
τοῦ Κενεζι

30:30 καὶ τοῖς ἐν Ιεριμουϑ καὶ τοῖς ἐν Βηρσαβεε καὶ
τοῖς ἐν Νοο

30:31 καὶ τοῖς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους,
οὓς διῆλϑεν Δαυιδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.