Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 27

27:1 Καὶ εἶπεν Δαυιδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεϑήσομαι
ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαουλ, καὶ οὐκ ἔστιν μοι ἀγαϑόν, ἐὰν μὴ
σωϑῶ εἰς γῆν ἀλλοϕύλων καὶ ἀνῇ Σαουλ τοῦ ζητεῖν με εἰς πᾶν
ὅριον Ισραηλ, καὶ σωϑήσομαι ἐκ χειρὸς αὐτοῦ.

27:2 καὶ ἀνέστη Δαυιδ
καὶ οἱ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ καὶ ἐπορεύϑη πρὸς Αγχους
υἱὸν Αμμαχ βασιλέα Γεϑ.

27:3 καὶ ἐκάϑισεν Δαυιδ μετὰ Αγχους ἐν Γεϑ,
αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυιδ
καὶ ἀμϕότεραι αἱ γυναῖκες αὐτοῦ Αχινααμ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια
ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.

27:4 καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι
πέϕευγεν Δαυιδ εἰς Γεϑ, καὶ οὐ προσέϑετο ἔτι ζητεῖν αὐτόν.

27:5 καὶ
εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν
ὀϕϑαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν
κατ' ἀγρὸν καὶ καϑήσομαι ἐκεῖ· καὶ ἵνα τί κάϑηται ὁ δοῦλός σου
ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;

27:6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήϑη Σεκελακ τῷ βασιλεῖ τῆς
Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης.

27:7 καὶ ἐγενήϑη ὁ ἀριϑμὸς τῶν
ἡμερῶν, ὧν ἐκάϑισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοϕύλων, τέσσαρας
μῆνας.

27:8 καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίϑεντο
ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο
ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς
Αἰγύπτου.

27:9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα
καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους
καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους.

27:10 καὶ
εἶπεν Αγχους πρὸς Δαυιδ ᾽Επὶ τίνα ἐπέϑεσϑε σήμερον; καὶ εἶπεν
Δαυιδ πρὸς Αγχους Κατὰ νότον τῆς Ιουδαίας καὶ κατὰ νότον
Ιεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζι.

27:11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ
ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γεϑ λέγων Μὴ ἀναγγείλωσιν εἰς
Γεϑ καϑ' ἡμῶν λέγοντες Τάδε Δαυιδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα
αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάϑητο Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοϕύλων.

27:12 καὶ ἐπιστεύϑη Δαυιδ ἐν τῷ Αγχους σϕόδρα λέγων ῎Ηισχυνται
αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι
δοῦλος εἰς τὸν αἰῶνα.