Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 26

26:1 Καὶ ἔρχονται οἱ Ζιϕαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ
εἰς τὸν βουνὸν λέγοντες ᾽Ιδοὺ Δαυιδ σκεπάζεται μεϑ' ἡμῶν ἐν τῷ
βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν.

26:2 καὶ ἀνέστη
Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιϕ καὶ μετ' αὐτοῦ τρεῖς χιλιάδες
ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ
Ζιϕ.

26:3 καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου
τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυιδ ἐκάϑισεν ἐν τῇ
ἐρήμῳ. καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον,

26:4 καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ
ἕτοιμος ἐκ Κεϊλα.

26:5 καὶ ἀνέστη Δαυιδ λάϑρᾳ καὶ εἰσπορεύεται εἰς
τὸν τόπον, οὗ ἐκάϑευδεν ἐκεῖ Σαουλ, καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ
ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαουλ ἐκάϑευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς
παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.

26:6 καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν πρὸς
Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελϕὸν
Ιωαβ λέγων Τίς εἰσελεύσεται μετ' ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν;
καὶ εἶπεν Αβεσσα ᾽Εγὼ εἰσελεύσομαι μετὰ σοῦ.

26:7 καὶ
εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα, καὶ
ἰδοὺ Σαουλ καϑεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ ἐμπεπηγὸς
εἰς τὴν γῆν πρὸς κεϕαλῆς αὐτοῦ, καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ
ἐκάϑευδεν κύκλῳ αὐτοῦ.

26:8 καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ ᾽Απέκλεισεν
σήμερον κύριος τὸν ἐχϑρόν σου εἰς τὰς χεῖράς σου, καὶ νῦν πατάξω
αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ.

26:9 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς
ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀϑῳωϑήσεται;

26:10 καὶ
εἶπεν Δαυιδ Ζῇ κύριος, ἐὰν μὴ κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα
αὐτοῦ ἔλϑῃ καὶ ἀποϑάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεϑῇ·

26:11 μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν
κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεϕαλῆς αὐτοῦ καὶ
τὸν ϕακὸν τοῦ ὕδατος, καὶ ἀπέλϑωμεν καϑ' ἑαυτούς.

26:12 καὶ ἔλαβεν
Δαυιδ τὸ δόρυ καὶ τὸν ϕακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεϕαλῆς αὐτοῦ,
καὶ ἀπῆλϑον καϑ' ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν
ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι
ϑάμβος κυρίου ἐπέπεσεν ἐπ' αὐτούς.

26:13 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν
καὶ ἔστη ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους μακρόϑεν, καὶ πολλὴ ἡ
ὁδὸς ἀνὰ μέσον αὐτῶν.

26:14 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ
τῷ Αβεννηρ ἐλάλησεν λέγων Οὐκ ἀποκριϑήσει, Αβεννηρ; καὶ ἀπεκρίϑη
Αβεννηρ καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν με;

26:15 καὶ εἶπεν Δαυιδ
πρὸς Αβεννηρ Οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ισραηλ; καὶ διὰ
τί οὐ ϕυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλϑεν εἷς
ἐκ τοῦ λαοῦ διαϕϑεῖραι τὸν βασιλέα κύριόν σου.

26:16 καὶ οὐκ ἀγαϑὸν
τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ κύριος, ὅτι υἱοὶ ϑανατώσεως
ὑμεῖς οἱ ϕυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου.
καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ ϕακὸς τοῦ ὕδατος
ποῦ ἐστιν τὰ πρὸς κεϕαλῆς αὐτοῦ;

26:17 καὶ ἐπέγνω Σαουλ τὴν
ϕωνὴν τοῦ Δαυιδ καὶ εἶπεν ῏Η ϕωνή σου αὕτη, τέκνον Δαυιδ;
καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ.

26:18 καὶ εἶπεν ῞Ινα τί
τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί
ἡμάρτηκα καὶ τί εὑρέϑη ἐν ἐμοὶ ἀδίκημα;

26:19 καὶ νῦν ἀκουσάτω δὴ
ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ ϑεὸς
ἐπισείει σε ἐπ' ἐμέ, ὀσϕρανϑείη ϑυσίας σου· καὶ εἰ υἱοὶ ἀνϑρώπων,
ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου, ὅτι ἐξέβαλόν με σήμερον
μὴ ἐστηρίσϑαι ἐν κληρονομίᾳ κυρίου λέγοντες Πορεύου δούλευε
ϑεοῖς ἑτέροις.

26:20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ
ἐναντίας προσώπου κυρίου, ὅτι ἐξελήλυϑεν ὁ βασιλεὺς Ισραηλ
ζητεῖν τὴν ψυχήν μου, καϑὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς
ὄρεσιν.

26:21 καὶ εἶπεν Σαουλ ῾Ημάρτηκα· ἐπίστρεϕε, τέκνον Δαυιδ,
ὅτι οὐ κακοποιήσω σε ἀνϑ' ὧν ἔντιμος ψυχή μου ἐν ὀϕϑαλμοῖς
σου ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σϕόδρα.

26:22 καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν ᾽Ιδοὺ τὸ δόρυ τοῦ βασιλέως·
διελϑέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.

26:23 καὶ κύριος ἐπιστρέψει
ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς
παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠϑέλησα
ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου·

26:24 καὶ ἰδοὺ καϑὼς ἐμεγαλύνϑη
ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀϕϑαλμοῖς μου, οὕτως
μεγαλυνϑείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί
με ἐκ πάσης ϑλίψεως.

26:25 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Εὐλογημένος
σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει.
καὶ ἀπῆλϑεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαουλ ἀνέστρεψεν εἰς
τὸν τόπον αὐτοῦ.