Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 22

22:1 Καὶ ἀπῆλϑεν ἐκεῖϑεν Δαυιδ καὶ διεσώϑη καὶ ἔρχεται εἰς τὸ
σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ὁ οἶκος
τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ.

22:2 καὶ συνήγοντο
πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς
κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ' αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ'
αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.

22:3 καὶ ἀπῆλϑεν Δαυιδ ἐκεῖϑεν εἰς
Μασσηϕα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ Γινέσϑωσαν
δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί
ποιήσει μοι ὁ ϑεός.

22:4 καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως
Μωαβ, καὶ κατῴκουν μετ' αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ
Δαυιδ ἐν τῇ περιοχῇ.

22:5 καὶ εἶπεν Γαδ ὁ προϕήτης πρὸς Δαυιδ Μὴ
κάϑου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα. καὶ ἐπορεύϑη
Δαυιδ καὶ ἦλϑεν καὶ ἐκάϑισεν ἐν πόλει Σαριχ.

22:6 Καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ'
αὐτοῦ· καὶ Σαουλ ἐκάϑητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν
Ραμα, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ
παρειστήκεισαν αὐτῷ.

22:7 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ
τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς ᾽Ακούσατε δή, υἱοὶ Βενιαμιν·
εἰ ἀληϑῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας
καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;

22:8 ὅτι
σύγκεισϑε πάντες ὑμεῖς ἐπ' ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ
ὠτίον μου ἐν τῷ διαϑέσϑαι τὸν υἱόν μου διαϑήκην μετὰ τοῦ υἱοῦ
Ιεσσαι, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων
τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ' ἐμὲ
εἰς ἐχϑρὸν ὡς ἡ ἡμέρα αὕτη.

22:9 καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ
καϑεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν ῾Εόρακα τὸν υἱὸν
Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν
ἱερέα,

22:10 καὶ ἠρώτα αὐτῷ διὰ τοῦ ϑεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν
αὐτῷ καὶ τὴν ῥομϕαίαν Γολιαδ τοῦ ἀλλοϕύλου ἔδωκεν αὐτῷ.

22:11 καὶ
ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ
πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα,
καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.

22:12 καὶ εἶπεν Σαουλ
῎Ακουε δή, υἱὲ Αχιτωβ. καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ· λάλει, κύριε.

22:13 καὶ
εἶπεν αὐτῷ Σαουλ ῞Ινα τί συνέϑου κατ' ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι
δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομϕαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ
ϑεοῦ ϑέσϑαι αὐτὸν ἐπ' ἐμὲ εἰς ἐχϑρὸν ὡς ἡ ἡμέρα αὕτη;

22:14 καὶ
ἀπεκρίϑη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου
ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς
παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

22:15 ἦ σήμερον
ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ ϑεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς
κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐϕ' ὅλον τὸν οἶκον τοῦ πατρός
μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν
ἢ μέγα.

22:16 καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ Θανάτῳ ἀποϑανῇ, Αβιμελεχ,
σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.

22:17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς
παρατρέχουσιν τοῖς ἐϕεστηκόσιν ἐπ' αὐτόν Προσαγάγετε καὶ ϑανατοῦτε
τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ, καὶ
ὅτι ἔγνωσαν ὅτι ϕεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου.
καὶ οὐκ ἐβουλήϑησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας
αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου.

22:18 καὶ εἶπεν ὁ βασιλεὺς
τῷ Δωηκ ᾽Επιστρέϕου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράϕη
Δωηκ ὁ Σύρος καὶ ἐϑανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εϕουδ.

22:19 καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομϕαίας
ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως ϑηλάζοντος καὶ
μόσχου καὶ ὄνου καὶ προβάτου.

22:20 καὶ διασῴζεται υἱὸς εἷς τῷ
Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαϑαρ, καὶ ἔϕυγεν ὀπίσω
Δαυιδ.

22:21 καὶ ἀπήγγειλεν Αβιαϑαρ τῷ Δαυιδ ὅτι ἐϑανάτωσεν Σαουλ
πάντας τοὺς ἱερεῖς τοῦ κυρίου.

22:22 καὶ εἶπεν Δαυιδ τῷ Αβιαϑαρ
῎Ηιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων
ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός
σου·

22:23 κάϑου μετ' ἐμοῦ, μὴ ϕοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου
τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεϕύλαξαι σὺ παρ' ἐμοί.