Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 20

20:1 Καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαϑ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναϑαν
καὶ εἶπεν Τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα
ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;

20:2 καὶ
εἶπεν αὐτῷ Ιωναϑαν Μηδαμῶς σοι, οὐ μὴ ἀποϑάνῃς· ἰδοὺ οὐ μὴ
ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ
ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ
ἔστιν τοῦτο.

20:3 καὶ ἀπεκρίϑη Δαυιδ τῷ Ιωναϑαν καὶ εἶπεν Γινώσκων
οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀϕϑαλμοῖς σου, καὶ εἶπεν
Μὴ γνώτω τοῦτο Ιωναϑαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ
ζῇ ἡ ψυχή σου, ὅτι, καϑὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ
τοῦ ϑανάτου.

20:4 καὶ εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Τί ἐπιϑυμεῖ ἡ ψυχή σου
καὶ τί ποιήσω σοι;

20:5 καὶ εἶπεν Δαυιδ πρὸς Ιωναϑαν ᾽Ιδοὺ δὴ νεομηνία
αὔριον, καὶ ἐγὼ καϑίσας οὐ καϑήσομαι μετὰ τοῦ βασιλέως ϕαγεῖν,
καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.

20:6 ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς Παραιτούμενος
παρῃτήσατο ἀπ' ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηϑλεεμ
τὴν πόλιν αὐτοῦ, ὅτι ϑυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ ϕυλῇ.

20:7 ἐὰν
τάδε εἴπῃ ᾽Αγαϑῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριϑῇ
σοι, γνῶϑι ὅτι συντετέλεσται ἡ κακία παρ' αὐτοῦ.

20:8 καὶ ποιήσεις
ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαϑήκην κυρίου
τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ
δούλῳ σου, ϑανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἵνα τί
οὕτως εἰσάγεις με;

20:9 καὶ εἶπεν Ιωναϑαν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων
γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ
ἐλϑεῖν ἐπὶ σέ· καὶ ἐὰν μή, εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι.

20:10 καὶ εἶπεν Δαυιδ πρὸς Ιωναϑαν Τίς ἀπαγγελεῖ μοι, ἐὰν ἀποκριϑῇ
ὁ πατήρ σου σκληρῶς;

20:11 καὶ εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Πορεύου
καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμϕότεροι εἰς ἀγρόν.

20:12 καὶ
εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Κύριος ὁ ϑεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ
τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαϑὸν
ᾖ περὶ Δαυιδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν·

20:13 τάδε
ποιήσαι ὁ ϑεὸς τῷ Ιωναϑαν καὶ τάδε προσϑείη, ὅτι ἀνοίσω τὰ κακὰ
ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε, καὶ ἀπελεύσῃ
εἰς εἰρήνην· καὶ ἔσται κύριος μετὰ σοῦ, καϑὼς ἦν μετὰ τοῦ
πατρός μου.

20:14 καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ' ἐμοῦ,
καὶ ἐὰν ϑανάτῳ ἀποϑάνω,

20:15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου
μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχϑροὺς
Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς

20:16 ἐξαρϑῆναι τὸ ὄνομα
τοῦ Ιωναϑαν ἀπὸ τοῦ οἴκου Δαυιδ, καὶ ἐκζητήσαι κύριος ἐχϑροὺς
τοῦ Δαυιδ.

20:17 καὶ προσέϑετο ἔτι Ιωναϑαν ὀμόσαι τῷ Δαυιδ, ὅτι
ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν.

20:18 καὶ εἶπεν Ιωναϑαν Αὔριον
νουμηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καϑέδρα σου.

20:19 καὶ
τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ ἐκρύβης
ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καϑήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο.

20:20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι·

20:21 καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι
τὴν σχίζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ ῟Ωδε ἡ σχίζα ἀπὸ σοῦ
καὶ ὧδε, λαβὲ αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος,
ζῇ κύριος·

20:22 ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ ῟Ωδε ἡ σχίζα ἀπὸ
σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε κύριος.

20:23 καὶ τὸ
ῥῆμα, ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον
ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

20:24 Καὶ κρύπτεται Δαυιδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται
ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ ϕαγεῖν.

20:25 καὶ ἐκάϑισεν ὁ
βασιλεὺς ἐπὶ τὴν καϑέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καϑέδρας
παρὰ τοῖχον, καὶ προέϕϑασεν τὸν Ιωναϑαν, καὶ ἐκάϑισεν
Αβεννηρ ἐκ πλαγίων Σαουλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ.

20:26 καὶ
οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἶπεν Σύμπτωμα
ϕαίνεται μὴ καϑαρὸς εἶναι, ὅτι οὐ κεκαϑάρισται.

20:27 καὶ ἐγενήϑη
τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη
ὁ τόπος τοῦ Δαυιδ, καὶ εἶπεν Σαουλ πρὸς Ιωναϑαν τὸν υἱὸν αὐτοῦ
Τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχϑὲς καὶ σήμερον
ἐπὶ τὴν τράπεζαν;

20:28 καὶ ἀπεκρίϑη Ιωναϑαν τῷ Σαουλ καὶ εἶπεν
αὐτῷ Παρῄτηται Δαυιδ παρ' ἐμοῦ ἕως εἰς Βηϑλεεμ τὴν πόλιν αὐτοῦ
πορευϑῆναι

20:29 καὶ εἶπεν ᾽Εξαπόστειλον δή με, ὅτι ϑυσία τῆς
ϕυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελϕοί μου,
καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀϕϑαλμοῖς σου, διασωϑήσομαι δὴ καὶ
ὄψομαι τοὺς ἀδελϕούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν
τράπεζαν τοῦ βασιλέως.

20:30 καὶ ἐϑυμώϑη ὀργῇ Σαουλ ἐπὶ Ιωναϑαν
σϕόδρα καὶ εἶπεν αὐτῷ Υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα
ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην
ἀποκαλύψεως μητρός σου;

20:31 ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς
Ιεσσαι ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασϑήσεται ἡ βασιλεία σου· νῦν οὖν
ἀποστείλας λαβὲ τὸν νεανίαν, ὅτι υἱὸς ϑανάτου οὗτος.

20:32 καὶ ἀπεκρίϑη
Ιωναϑαν τῷ Σαουλ ῞Ινα τί ἀποϑνῄσκει; τί πεποίηκεν;

20:33 καὶ
ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναϑαν τοῦ ϑανατῶσαι αὐτόν. καὶ ἔγνω
Ιωναϑαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ
ϑανατῶσαι τὸν Δαυιδ,

20:34 καὶ ἀνεπήδησεν Ιωναϑαν ἀπὸ τῆς τραπέζης
ἐν ὀργῇ ϑυμοῦ καὶ οὐκ ἔϕαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον,
ὅτι ἐϑραύσϑη ἐπὶ τὸν Δαυιδ, ὅτι συνετέλεσεν ἐπ' αὐτὸν ὁ
πατὴρ αὐτοῦ.

20:35 Καὶ ἐγενήϑη πρωὶ καὶ ἐξῆλϑεν Ιωναϑαν εἰς ἀγρόν, καϑὼς ἐτάξατο
εἰς τὸ μαρτύριον Δαυιδ, καὶ παιδάριον μικρὸν μετ' αὐτοῦ.

20:36 καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ
ἀκοντίζω· καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ
καὶ παρήγαγεν αὐτήν.

20:37 καὶ ἦλϑεν τὸ παιδάριον ἕως τοῦ τόπου
τῆς σχίζης, οὗ ἠκόντιζεν Ιωναϑαν, καὶ ἀνεβόησεν Ιωναϑαν ὀπίσω
τοῦ νεανίου καὶ εἶπεν ᾽Εκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·

20:38 καὶ
ἀνεβόησεν Ιωναϑαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων Ταχύνας
σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναϑαν τὰς σχίζας
πρὸς τὸν κύριον αὐτοῦ.

20:39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐϑέν,
πάρεξ Ιωναϑαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥῆμα.

20:40 καὶ Ιωναϑαν ἔδωκεν
τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ
αὐτοῦ Πορεύου εἴσελϑε εἰς τὴν πόλιν.

20:41 καὶ ὡς εἰσῆλϑεν τὸ παιδάριον,
καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον
αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεϕίλησεν ἕκαστος
τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως
συντελείας μεγάλης.

20:42 καὶ εἶπεν Ιωναϑαν Πορεύου εἰς εἰρήνην, καὶ
ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμϕότεροι ἐν ὀνόματι κυρίου λέγοντες Κύριος
ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ
σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.