Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 19

19:1 Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναϑαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς
πάντας τοὺς παῖδας αὐτοῦ ϑανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναϑαν
υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σϕόδρα,

19:2 καὶ ἀπήγγειλεν Ιωναϑαν
τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ ϑανατῶσαί σε· ϕύλαξαι οὖν αὔριον
πρωὶ καὶ κρύβηϑι καὶ κάϑισον κρυβῇ,

19:3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ
στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ
ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν
ᾖ, καὶ ἀπαγγελῶ σοι.

19:4 καὶ ἐλάλησεν Ιωναϑαν περὶ Δαυιδ ἀγαϑὰ
πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω
ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν
εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαϑὰ σϕόδρα,

19:5 καὶ ἔϑετο τὴν
ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόϕυλον, καὶ
ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν·
καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀϑῷον ϑανατῶσαι τὸν
Δαυιδ δωρεάν;

19:6 καὶ ἤκουσεν Σαουλ τῆς ϕωνῆς Ιωναϑαν, καὶ ὤμοσεν
Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποϑανεῖται.

19:7 καὶ ἐκάλεσεν Ιωναϑαν
τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα,
καὶ εἰσήγαγεν Ιωναϑαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον
αὐτοῦ ὡσεὶ ἐχϑὲς καὶ τρίτην ἡμέραν.

19:8 καὶ προσέϑετο ὁ πόλεμος
γενέσϑαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν
τοὺς ἀλλοϕύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σϕόδρα,
καὶ ἔϕυγον ἐκ προσώπου αὐτοῦ.

19:9 Καὶ ἐγένετο πνεῦμα ϑεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ
καϑεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν
ταῖς χερσὶν αὐτοῦ·

19:10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ,
καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς
τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώϑη.

19:11 καὶ ἐγενήϑη ἐν
τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ
ϕυλάξαι αὐτὸν τοῦ ϑανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ
Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα ᾽Εὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν
σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον ϑανατωϑήσῃ.

19:12 καὶ κατάγει
ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς ϑυρίδος, καὶ ἀπῆλϑεν καὶ ἔϕυγεν καὶ
σῴζεται.

19:13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάϕια καὶ ἔϑετο ἐπὶ τὴν
κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔϑετο πρὸς κεϕαλῆς αὐτοῦ καὶ ἐκάλυψεν
αὐτὰ ἱματίῳ.

19:14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν
Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσϑαι αὐτόν.

19:15 καὶ ἀποστέλλει ἐπὶ τὸν
Δαυιδ λέγων ᾽Αγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ ϑανατῶσαι
αὐτόν.

19:16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάϕια ἐπὶ
τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεϕαλῆς αὐτοῦ.

19:17 καὶ εἶπεν
Σαουλ τῇ Μελχολ ῞Ινα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας
τὸν ἐχϑρόν μου καὶ διεσώϑη; καὶ εἶπεν Μελχολ τῷ Σαουλ Αὐτὸς
εἶπεν ᾽Εξαπόστειλόν με· εἰ δὲ μή, ϑανατώσω σε.

19:18 Καὶ Δαυιδ ἔϕυγεν καὶ διεσώϑη καὶ παραγίνεται πρὸς Σαμουηλ
εἰς Αρμαϑαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ
Σαουλ, καὶ ἐπορεύϑη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάϑισαν ἐν Ναυαϑ ἐν
Ραμα.

19:19 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες ᾽Ιδοὺ Δαυιδ ἐν Ναυαϑ
ἐν Ραμα.

19:20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ,
καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προϕητῶν, καὶ Σαμουηλ εἱστήκει
καϑεστηκὼς ἐπ' αὐτῶν, καὶ ἐγενήϑη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ
πνεῦμα ϑεοῦ, καὶ προϕητεύουσιν.

19:21 καὶ ἀπηγγέλη τῷ Σαουλ, καὶ
ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροϕήτευσαν καὶ αὐτοί. καὶ
προσέϑετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροϕήτευσαν
καὶ αὐτοί.

19:22 καὶ ἐϑυμώϑη ὀργῇ Σαουλ καὶ ἐπορεύϑη καὶ αὐτὸς εἰς
Αρμαϑαιμ καὶ ἔρχεται ἕως τοῦ ϕρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεϕι
καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ; καὶ εἶπαν ᾽Ιδοὺ
ἐν Ναυαϑ ἐν Ραμα.

19:23 καὶ ἐπορεύϑη ἐκεῖϑεν εἰς Ναυαϑ ἐν Ραμα,
καὶ ἐγενήϑη καὶ ἐπ' αὐτῷ πνεῦμα ϑεοῦ, καὶ ἐπορεύετο προϕητεύων
ἕως τοῦ ἐλϑεῖν αὐτὸν εἰς Ναυαϑ ἐν Ραμα.

19:24 καὶ ἐξεδύσατο τὰ
ἱμάτια αὐτοῦ καὶ ἐπροϕήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς
ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον
Εἰ καὶ Σαουλ ἐν προϕήταις;