Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 18

18:6 Καὶ ἐξῆλϑον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν
πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις,

18:7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον
᾽Επάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ
καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ.

18:8 καὶ πονηρὸν ἐϕάνη τὸ ῥῆμα ἐν ὀϕϑαλμοῖς Σαουλ περὶ τοῦ λόγου
τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν
τὰς χιλιάδας.

18:9 καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς
ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

18:12 καὶ ἐϕοβήϑη Σαουλ ἀπὸ προσώπου
Δαυιδ

18:13 καὶ ἀπέστησεν αὐτὸν ἀπ' αὐτοῦ καὶ κατέστησεν αὐτὸν
ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσϑεν τοῦ
λαοῦ.

18:14 καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος
μετ' αὐτοῦ.

18:15 καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σϕόδρα, καὶ
εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ.

18:16 καὶ πᾶς Ισραηλ καὶ Ιουδας
ἠγάπα τὸν Δαυιδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ
προσώπου τοῦ λαοῦ.

18:20 Καὶ ἠγάπησεν Μελχολ ἡ ϑυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη
Σαουλ, καὶ ηὐϑύνϑη ἐν ὀϕϑαλμοῖς αὐτοῦ.

18:21 καὶ εἶπεν Σαουλ
Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ
Σαουλ χεὶρ ἀλλοϕύλων·

18:22 καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ
λέγων Λαλήσατε ὑμεῖς λάϑρᾳ τῷ Δαυιδ λέγοντες ᾽Ιδοὺ ὁ βασιλεὺς
ϑέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ
ἐπιγάμβρευσον τῷ βασιλεῖ.

18:23 καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς
τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦϕον ἐν
ὀϕϑαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ
οὐχὶ ἔνδοξος.

18:24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ
ῥήματα ταῦτα, ἃ ἐλάλησεν Δαυιδ.

18:25 καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε
τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ' ἢ ἐν ἑκατὸν
ἀκροβυστίαις ἀλλοϕύλων ἐκδικῆσαι εἰς ἐχϑροὺς τοῦ βασιλέως·
καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοϕύλων.

18:26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα,
καὶ εὐϑύνϑη ὁ λόγος ἐν ὀϕϑαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.

18:27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύϑη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ
καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοϕύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς
ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ
δίδωσιν αὐτῷ τὴν Μελχολ ϑυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.

18:28 καὶ
εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν,

18:29 καὶ προσέϑετο εὐλαβεῖσϑαι ἀπὸ Δαυιδ ἔτι.