Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 16

16:1 Καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ῞Εως πότε σὺ πενϑεῖς ἐπὶ
Σαουλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ; πλῆσον
τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως
εἰς Βηϑλεεμ, ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν.

16:2 καὶ
εἶπεν Σαμουηλ Πῶς πορευϑῶ; καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενεῖ
με. καὶ εἶπεν κύριος Δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς
Θῦσαι τῷ κυρίῳ ἥκω·

16:3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν ϑυσίαν,
καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ.

16:4 καὶ ἐποίησεν Σαμουηλ πάντα, ἃ ἐλάλησεν αὐτῷ κύριος, καὶ ἦλϑεν
εἰς Βηϑλεεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει
αὐτοῦ καὶ εἶπαν Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;

16:5 καὶ εἶπεν
Εἰρήνη· ϑῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσϑητε καὶ εὐϕράνϑητε μετ'
ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ
ἐκάλεσεν αὐτοὺς εἰς τὴν ϑυσίαν.

16:6 καὶ ἐγενήϑη ἐν τῷ αὐτοὺς εἰσιέναι
καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν ᾽Αλλὰ καὶ ἐνώπιον κυρίου
χριστὸς αὐτοῦ.

16:7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Μὴ ἐπιβλέψῃς ἐπὶ
τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέϑους αὐτοῦ, ὅτι ἐξουδένωκα
αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνϑρωπος, ὄψεται ὁ ϑεός, ὅτι ἄνϑρωπος
ὄψεται εἰς πρόσωπον, ὁ δὲ ϑεὸς ὄψεται εἰς καρδίαν.

16:8 καὶ
ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ, καὶ παρῆλϑεν κατὰ πρόσωπον Σαμουηλ·
καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο κύριος.

16:9 καὶ παρήγαγεν
Ιεσσαι τὸν Σαμα· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος.

16:10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ·
καὶ εἶπεν Σαμουηλ Οὐκ ἐξελέξατο κύριος ἐν τούτοις.

16:11 καὶ εἶπεν
Σαμουηλ πρὸς Ιεσσαι ᾽Εκλελοίπασιν τὰ παιδάρια; καὶ εἶπεν ῎Ετι
ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπεν Σαμουηλ πρὸς
Ιεσσαι ᾽Απόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιϑῶμεν ἕως
τοῦ ἐλϑεῖν αὐτόν.

16:12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος
πυρράκης μετὰ κάλλους ὀϕϑαλμῶν καὶ ἀγαϑὸς ὁράσει κυρίῳ·
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ᾽Ανάστα καὶ χρῖσον τὸν Δαυιδ,
ὅτι οὗτος ἀγαϑός ἐστιν.

16:13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου
καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτοῦ, καὶ ἐϕήλατο
πνεῦμα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ
ἀνέστη Σαμουηλ καὶ ἀπῆλϑεν εἰς Αρμαϑαιμ.

16:14 Καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ, καὶ ἔπνιγεν αὐτὸν
πνεῦμα πονηρὸν παρὰ κυρίου.

16:15 καὶ εἶπαν οἱ παῖδες Σαουλ πρὸς
αὐτόν ᾽Ιδοὺ δὴ πνεῦμα κυρίου πονηρὸν πνίγει σε·

16:16 εἰπάτωσαν
δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν
ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα
πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαϑόν σοι
ἔσται, καὶ ἀναπαύσει σε.

16:17 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ
῎Ιδετε δή μοι ἄνδρα ὀρϑῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν
πρὸς ἐμέ.

16:18 καὶ ἀπεκρίϑη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν ᾽Ιδοὺ
ἑόρακα υἱὸν τῷ Ιεσσαι Βηϑλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ
ὁ ἀνὴρ συνετός, καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοϕὸς λόγῳ καὶ ἀνὴρ
ἀγαϑὸς τῷ εἴδει, καὶ κύριος μετ' αὐτοῦ.

16:19 καὶ ἀπέστειλεν Σαουλ
ἀγγέλους πρὸς Ιεσσαι λέγων ᾽Απόστειλον πρός με τὸν υἱόν σου
Δαυιδ τὸν ἐν τῷ ποιμνίῳ σου.

16:20 καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων
καὶ ἀσκὸν οἴνου καὶ ἔριϕον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ
Δαυιδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαουλ.

16:21 καὶ εἰσῆλϑεν Δαυιδ πρὸς
Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σϕόδρα,
καὶ ἐγενήϑη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.

16:22 καὶ ἀπέστειλεν
Σαουλ πρὸς Ιεσσαι λέγων Παριστάσϑω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ,
ὅτι εὗρεν χάριν ἐν ὀϕϑαλμοῖς μου.

16:23 καὶ ἐγενήϑη ἐν τῷ εἶναι
πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ
ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαουλ, καὶ ἀγαϑὸν αὐτῷ,
καὶ ἀϕίστατο ἀπ' αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.