Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 14

14:1 Καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναϑαν υἱὸς Σαουλ τῷ παιδαρίῳ
τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν
ἀλλοϕύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ
ἀπήγγειλεν.

14:2 καὶ Σαουλ ἐκάϑητο ἐπ' ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν
ῥόαν τὴν ἐν Μαγδων, καὶ ἦσαν μετ' αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·

14:3 καὶ Αχια υἱὸς Αχιτωβ ἀδελϕοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι
ἱερεὺς τοῦ ϑεοῦ ἐν Σηλωμ αἴρων εϕουδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι
πεπόρευται Ιωναϑαν.

14:4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει
Ιωναϑαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοϕύλων, καὶ ἀκρωτήριον
πέτρας ἔνϑεν καὶ ἀκρωτήριον πέτρας ἔνϑεν, ὄνομα τῷ ἑνὶ
Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα·

14:5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ
Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε.

14:6 καὶ εἶπεν Ιωναϑαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ
Δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι
ἡμῖν κύριος· ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν
ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

14:7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ
Ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς
ἡ καρδία σοῦ καρδία μοῦ.

14:8 καὶ εἶπεν Ιωναϑαν ᾽Ιδοὺ ἡμεῖς διαβαίνομεν
πρὸς τοὺς ἄνδρας καὶ κατακυλισϑησόμεϑα πρὸς αὐτούς·

14:9 ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ᾽Απόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν
ὑμῖν, καὶ στησόμεϑα ἐϕ' ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ' αὐτούς·

14:10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ᾽Ανάβητε πρὸς ἡμᾶς, καὶ
ἀναβησόμεϑα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν·
τοῦτο ἡμῖν τὸ σημεῖον.

14:11 καὶ εἰσῆλϑον ἀμϕότεροι εἰς μεσσαβ τῶν
ἀλλοϕύλων· καὶ λέγουσιν οἱ ἀλλόϕυλοι ᾽Ιδοὺ οἱ Εβραῖοι ἐκπορεύονται
ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.

14:12 καὶ ἀπεκρίϑησαν
οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναϑαν καὶ πρὸς τὸν αἴροντα τὰ
σκεύη αὐτοῦ καὶ λέγουσιν ᾽Ανάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν
ὑμῖν ῥῆμα. καὶ εἶπεν Ιωναϑαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ
᾽Ανάβηϑι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας
Ισραηλ.

14:13 καὶ ἀνέβη Ιωναϑαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς
πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ' αὐτοῦ· καὶ ἐπέβλεψαν
κατὰ πρόσωπον Ιωναϑαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων
τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.

14:14 καὶ ἐγενήϑη ἡ πληγὴ
ἡ πρώτη, ἣν ἐπάταξεν Ιωναϑαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ,
ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν
τοῦ πεδίου.

14:15 καὶ ἐγενήϑη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ,
καὶ πᾶς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαϕϑείροντες ἐξέστησαν,
καὶ αὐτοὶ οὐκ ἤϑελον ποιεῖν· καὶ ἐϑάμβησεν ἡ γῆ, καὶ ἐγενήϑη
ἔκστασις παρὰ κυρίου.

14:16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε
Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνϑεν καὶ ἔνϑεν.

14:17 καὶ
εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ' αὐτοῦ ᾽Επισκέψασϑε δὴ καὶ ἴδετε
τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο
Ιωναϑαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.

14:18 καὶ εἶπεν Σαουλ τῷ Αχια
Προσάγαγε τὸ εϕουδ· ὅτι αὐτὸς ἦρεν τὸ εϕουδ ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ἐνώπιον Ισραηλ.

14:19 καὶ ἐγενήϑη ὡς ἐλάλει Σαουλ πρὸς τὸν
ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοϕύλων ἐπορεύετο
πορευόμενος καὶ ἐπλήϑυνεν· καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα Συνάγαγε
τὰς χεῖράς σου.

14:20 καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ
μετ' αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομϕαία
ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σϕόδρα.

14:21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχϑὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοϕύλων
οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράϕησαν καὶ αὐτοὶ
εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναϑαν.

14:22 καὶ πᾶς Ισραηλ
οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εϕραιμ καὶ ἤκουσαν ὅτι πεϕεύγασιν
οἱ ἀλλόϕυλοι, καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.

14:23 καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ.
Καὶ ὁ πόλεμος διῆλϑεν τὴν Βαιϑων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ
Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος
εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εϕραιμ.

14:24 καὶ Σαουλ ἠγνόησεν
ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων
᾽Επικατάρατος ὁ ἄνϑρωπος, ὃς ϕάγεται ἄρτον ἕως ἑσπέρας, καὶ
ἐκδικήσω τὸν ἐχϑρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου.

14:25 καὶ πᾶσα ἡ γῆ ἠρίστα. καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ
πρόσωπον τοῦ ἀγροῦ,

14:26 καὶ εἰσῆλϑεν ὁ λαὸς εἰς τὸν μελισσῶνα,
καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέϕων τὴν χεῖρα
αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐϕοβήϑη ὁ λαὸς τὸν ὅρκον κυρίου.

14:27 καὶ Ιωναϑαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν
λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ
αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν
τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀϕϑαλμοὶ
αὐτοῦ.

14:28 καὶ ἀπεκρίϑη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ῾Ορκίσας ὥρκισεν
ὁ πατήρ σου τὸν λαὸν λέγων ᾽Επικατάρατος ὁ ἄνϑρωπος, ὃς ϕάγεται
ἄρτον σήμερον, καὶ ἐξελύϑη ὁ λαός.

14:29 καὶ ἔγνω Ιωναϑαν
καὶ εἶπεν ᾽Απήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ
ὀϕϑαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου·

14:30 ἀλλ' ὅτι
εἰ ἔϕαγεν ἔσϑων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχϑρῶν αὐτῶν,
ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἐν τοῖς ἀλλοϕύλοις.

14:31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοϕύλων ἐν Μαχεμας,
καὶ ἐκοπίασεν ὁ λαὸς σϕόδρα.

14:32 καὶ ἐκλίϑη ὁ λαὸς εἰς τὰ
σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν
καὶ ἔσϕαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσϑιεν ὁ λαὸς σὺν τῷ αἵματι.

14:33 καὶ
ἀπηγγέλη τῷ Σαουλ λέγοντες ῾Ημάρτηκεν ὁ λαὸς τῷ κυρίῳ ϕαγὼν
σὺν τῷ αἵματι. καὶ εἶπεν Σαουλ ἐν Γεϑϑεμ Κυλίσατέ μοι λίϑον
ἐνταῦϑα μέγαν.

14:34 καὶ εἶπεν Σαουλ Διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε
αὐτοῖς προσαγαγεῖν ἐνταῦϑα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ
ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σϕαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ
ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσϑίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν πᾶς
ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσϕαζον ἐκεῖ.

14:35 καὶ ᾠκοδόμησεν
ἐκεῖ Σαουλ ϑυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαουλ
οἰκοδομῆσαι ϑυσιαστήριον τῷ κυρίῳ.

14:36 Καὶ εἶπεν Σαουλ Καταβῶμεν ὀπίσω τῶν ἀλλοϕύλων τὴν νύκτα
καὶ διαρπάσωμεν ἐν αὐτοῖς, ἕως διαϕαύσῃ ἡ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν
ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν Πᾶν τὸ ἀγαϑὸν ἐνώπιόν σου
ποίει. καὶ εἶπεν ὁ ἱερεύς Προσέλϑωμεν ἐνταῦϑα πρὸς τὸν ϑεόν.

14:37 καὶ ἐπηρώτησεν Σαουλ τὸν ϑεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοϕύλων;
εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραηλ; καὶ οὐκ ἀπεκρίϑη
αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

14:38 καὶ εἶπεν Σαουλ Προσαγάγετε
ἐνταῦϑα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν
τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·

14:39 ὅτι ζῇ κύριος ὁ σώσας
τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριϑῇ κατὰ Ιωναϑαν τοῦ υἱοῦ μου, ϑανάτῳ
ἀποϑανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.

14:40 καὶ εἶπεν παντὶ Ισραηλ ῾Υμεῖς ἔσεσϑε εἰς δουλείαν, καὶ ἐγὼ καὶ
Ιωναϑαν ὁ υἱός μου ἐσόμεϑα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς
Σαουλ Τὸ ἀγαϑὸν ἐνώπιόν σου ποίει.

14:41 καὶ εἶπεν Σαουλ Κύριε ὁ
ϑεὸς Ισραηλ, τί ὅτι οὐκ ἀπεκρίϑης τῷ δούλῳ σου σήμερον; εἰ ἐν
ἐμοὶ ἢ ἐν Ιωναϑαν τῷ υἱῷ μου ἡ ἀδικία, κύριε ὁ ϑεὸς Ισραηλ,
δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς ᾽Εν τῷ λαῷ σου Ισραηλ, δὸς δὴ
ὁσιότητα. καὶ κληροῦται Ιωναϑαν καὶ Σαουλ, καὶ ὁ λαὸς ἐξῆλϑεν.

14:42 καὶ εἶπεν Σαουλ Βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναϑαν
τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποϑανέτω. καὶ εἶπεν
ὁ λαὸς πρὸς Σαουλ Οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν
Σαουλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον
Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ιωναϑαν.

14:43 καὶ εἶπεν
Σαουλ πρὸς Ιωναϑαν ᾽Απάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν
αὐτῷ Ιωναϑαν καὶ εἶπεν Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ
σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι· ἰδοὺ ἐγὼ ἀποϑνῄσκω.

14:44 καὶ εἶπεν αὐτῷ Σαουλ Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη,
ὅτι ϑανάτῳ ἀποϑανῇ σήμερον.

14:45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ
Εἰ σήμερον ϑανατωϑήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην
ταύτην ἐν Ισραηλ; ζῇ κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεϕαλῆς
αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ ϑεοῦ ἐποίησεν τὴν ἡμέραν
ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναϑαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ,
καὶ οὐκ ἀπέϑανεν.

14:46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισϑεν τῶν ἀλλοϕύλων,
καὶ οἱ ἀλλόϕυλοι ἀπῆλϑον εἰς τὸν τόπον αὐτῶν.

14:47 Καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ. καὶ ἐπολέμει κύκλῳ
πάντας τοὺς ἐχϑροὺς αὐτοῦ, εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς
Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιϑεωρ καὶ εἰς
βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοϕύλους· οὗ ἂν ἐστράϕη, ἐσῴζετο.

14:48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν
Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.

14:49 καὶ ἦσαν υἱοὶ
Σαουλ Ιωναϑαν καὶ Ιεσσιου καὶ Μελχισα· καὶ ὀνόματα τῶν δύο
ϑυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μεροβ, καὶ ὄνομα τῇ δευτέρᾳ
Μελχολ·

14:50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοομ ϑυγάτηρ
Αχιμαας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Αβεννηρ υἱὸς Νηρ υἱοῦ οἰκείου
Σαουλ·

14:51 καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς
Ιαμιν υἱοῦ Αβιηλ.

14:52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοϕύλους
πάσας τὰς ἡμέρας Σαουλ, καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα
δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς
πρὸς αὐτόν.