Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 13

13:2 Καὶ ἐκλέγεται Σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν
Ισραηλ, καὶ ἦσαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν
τῷ ὄρει Βαιϑηλ, χίλιοι ἦσαν μετὰ Ιωναϑαν ἐν Γαβεε τοῦ Βενιαμιν,
καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα
αὐτοῦ.

13:3 καὶ ἐπάταξεν Ιωναϑαν τὸν Νασιβ τὸν ἀλλόϕυλον τὸν ἐν
τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόϕυλοι. καὶ Σαουλ σάλπιγγι σαλπίζει
εἰς πᾶσαν τὴν γῆν λέγων ᾽Ηϑετήκασιν οἱ δοῦλοι.

13:4 καὶ πᾶς
Ισραηλ ἤκουσεν λεγόντων Πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόϕυλον,
καὶ ᾐσχύνϑησαν Ισραηλ ἐν τοῖς ἀλλοϕύλοις. καὶ ἀνεβόησαν
ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις.

13:5 καὶ οἱ ἀλλόϕυλοι συνάγονται
εἰς πόλεμον ἐπὶ Ισραηλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα
χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ
παρὰ τὴν ϑάλασσαν τῷ πλήϑει· καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν
ἐν Μαχεμας ἐξ ἐναντίας Βαιϑων κατὰ νότου.

13:6 καὶ ἀνὴρ
Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη
ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις
καὶ ἐν τοῖς βόϑροις καὶ ἐν τοῖς λάκκοις,

13:7 καὶ οἱ διαβαίνοντες διέβησαν
τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ. καὶ Σαουλ ἔτι ἦν
ἐν Γαλγαλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.

13:8 καὶ διέλιπεν
ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουηλ, καὶ οὐ παρεγένετο
Σαμουηλ εἰς Γαλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ' αὐτοῦ.

13:9 καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν
καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν.

13:10 καὶ ἐγένετο ὡς
συνετέλεσεν ἀναϕέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουηλ παραγίνεται·
καὶ ἐξῆλϑεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.

13:11 καὶ εἶπεν Σαμουηλ Τί πεποίηκας; καὶ εἶπεν Σαουλ ῞Οτι εἶδον ὡς
διεσπάρη ὁ λαὸς ἀπ' ἐμοῦ καὶ σὺ οὐ παρεγένου, ὡς διετάξω, ἐν
τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόϕυλοι συνήχϑησαν εἰς Μαχεμας,

13:12 καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόϕυλοι πρός με εἰς
Γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήϑην· καὶ ἐνεκρατευσάμην
καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.

13:13 καὶ εἶπεν Σαμουηλ
πρὸς Σαουλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐϕύλαξας τὴν ἐντολήν μου,
ἣν ἐνετείλατό σοι κύριος. ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν
σου ἕως αἰῶνος ἐπὶ Ισραηλ·

13:14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται,
καὶ ζητήσει κύριος ἑαυτῷ ἄνϑρωπον κατὰ τὴν καρδίαν αὐτοῦ,
καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι
οὐκ ἐϕύλαξας ὅσα ἐνετείλατό σοι κύριος.

13:15 καὶ ἀνέστη Σαμουηλ
καὶ ἀπῆλϑεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ. καὶ τὸ κατάλειμμα
τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ
πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν
καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεϑέντα μετ' αὐτοῦ ὡς
ἑξακοσίους ἄνδρας.

13:16 καὶ Σαουλ καὶ Ιωναϑαν υἱὸς αὐτοῦ καὶ ὁ
λαὸς οἱ εὑρεϑέντες μετ' αὐτῶν ἐκάϑισαν ἐν Γαβεε Βενιαμιν καὶ
ἔκλαιον, καὶ οἱ ἀλλόϕυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας.

13:17 καὶ ἐξῆλϑεν
διαϕϑείρων ἐξ ἀγροῦ ἀλλοϕύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ
μία ἐπιβλέπουσα ὁδὸν Γοϕερα ἐπὶ γῆν Σωγαλ,

13:18 καὶ ἡ μία ἀρχὴ
ἐπιβλέπουσα ὁδὸν Βαιϑωρων, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν
Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν.

13:19 καὶ τέκτων σιδήρου
οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ισραηλ, ὅτι εἶπον οἱ ἀλλόϕυλοι Μὴ
ποιήσωσιν οἱ Εβραῖοι ῥομϕαίαν καὶ δόρυ.

13:20 καὶ κατέβαινον πᾶς
Ισραηλ εἰς γῆν ἀλλοϕύλων χαλκεύειν ἕκαστος τὸ ϑέριστρον αὐτοῦ
καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον
αὐτοῦ.

13:21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ ϑερίζειν· τὰ δὲ
σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ
ὑπόστασις ἦν ἡ αὐτή.

13:22 καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις τοῦ
πολέμου Μαχεμας καὶ οὐχ εὑρέϑη ῥομϕαία καὶ δόρυ ἐν χειρὶ παντὸς
τοῦ λαοῦ τοῦ μετὰ Σαουλ καὶ μετὰ Ιωναϑαν, καὶ εὑρέϑη τῷ
Σαουλ καὶ τῷ Ιωναϑαν υἱῷ αὐτοῦ.

13:23 καὶ ἐξῆλϑεν ἐξ ὑποστάσεως
τῶν ἀλλοϕύλων τὴν ἐν τῷ πέραν Μαχεμας.