Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 12

12:1 Καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ᾽Ιδοὺ ἤκουσα
ϕωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐϕ' ὑμᾶς
βασιλέα.

12:2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν,
κἀγὼ γεγήρακα καὶ καϑήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν·
κἀγὼ ἰδοὺ διελήλυϑα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς
ἡμέρας ταύτης.

12:3 ἰδοὺ ἐγώ, ἀποκρίϑητε κατ' ἐμοῦ ἐνώπιον κυρίου
καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληϕα ἢ ὄνον τίνος
εἴληϕα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς
τίνος εἴληϕα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίϑητε κατ' ἐμοῦ, καὶ
ἀποδώσω ὑμῖν.

12:4 καὶ εἶπαν πρὸς Σαμουηλ Οὐκ ἠδίκησας ἡμᾶς καὶ
οὐ κατεδυνάστευσας καὶ οὐκ ἔϑλασας ἡμᾶς καὶ οὐκ εἴληϕας ἐκ
χειρὸς οὐδενὸς οὐδέν.

12:5 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μάρτυς
κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ
ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐϑέν· καὶ εἶπαν Μάρτυς.

12:6 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Μάρτυς κύριος ὁ ποιήσας
τὸν Μωυσῆν καὶ τὸν Ααρων, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν
ἐξ Αἰγύπτου.

12:7 καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου
καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου, ἃ ἐποίησεν ἐν
ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·

12:8 ὡς εἰσῆλϑεν Ιακωβ καὶ οἱ υἱοὶ
αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν
οἱ πατέρες ἡμῶν πρὸς κύριον, καὶ ἀπέστειλεν κύριος τὸν
Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου
καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.

12:9 καὶ ἐπελάϑοντο
κυρίου τοῦ ϑεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα
ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοϕύλων
καὶ εἰς χεῖρας βασιλέως Μωαβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.

12:10 καὶ
ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ῾Ημάρτομεν, ὅτι ἐγκατελίπομεν
τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν· καὶ
νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχϑρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.

12:11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεϕϑαε
καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχϑρῶν ὑμῶν
τῶν κυκλόϑεν, καὶ κατῳκεῖτε πεποιϑότες.

12:12 καὶ εἴδετε ὅτι Ναας
βασιλεὺς υἱῶν Αμμων ἦλϑεν ἐϕ' ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ' ἢ ὅτι
βασιλεὺς βασιλεύσει ἐϕ' ἡμῶν· καὶ κύριος ὁ ϑεὸς ἡμῶν βασιλεὺς
ἡμῶν.

12:13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασϑε, καὶ ἰδοὺ δέδωκεν
κύριος ἐϕ' ὑμᾶς βασιλέα.

12:14 ἐὰν ϕοβηϑῆτε τὸν κύριον καὶ δουλεύσητε
αὐτῷ καὶ ἀκούσητε τῆς ϕωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ
στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων
ἐϕ' ὑμῶν ὀπίσω κυρίου πορευόμενοι·

12:15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς
ϕωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου, καὶ ἔσται χεὶρ κυρίου
ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.

12:16 καὶ νῦν κατάστητε
καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιήσει ἐν ὀϕϑαλμοῖς
ὑμῶν.

12:17 οὐχὶ ϑερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι κύριον,
καὶ δώσει ϕωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν
μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.

12:18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον, καὶ ἔδωκεν κύριος ϕωνὰς
καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐϕοβήϑησαν πᾶς ὁ λαὸς τὸν
κύριον σϕόδρα καὶ τὸν Σαμουηλ.

12:19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς
Σαμουηλ Πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον ϑεόν σου,
καὶ οὐ μὴ ἀποϑάνωμεν, ὅτι προστεϑείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας
ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.

12:20 καὶ εἶπεν Σαμουηλ
πρὸς τὸν λαόν Μὴ ϕοβεῖσϑε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν
ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισϑεν κυρίου καὶ δουλεύσατε
τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν

12:21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν
μηϑὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐϑὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι
οὐϑέν εἰσιν.

12:22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ
ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς
αὑτῷ εἰς λαόν.

12:23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι
τοῦ προσεύχεσϑαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ κυρίῳ καὶ
δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαϑὴν καὶ τὴν εὐϑεῖαν·

12:24 πλὴν ϕοβεῖσϑε
τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληϑείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ
ὑμῶν, ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεϑ' ὑμῶν,

12:25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε,
καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεϑήσεσϑε.