Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 11

11:1 Καὶ ἐγενήϑη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ
παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ. καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβις
πρὸς Ναας τὸν Αμμανίτην Διάϑου ἡμῖν διαϑήκην, καὶ δουλεύσομέν
σοι.

11:2 καὶ εἶπεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ᾽Εν ταύτῃ διαϑήσομαι
ὑμῖν διαϑήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀϕϑαλμὸν δεξιόν,
καὶ ϑήσομαι ὄνειδος ἐπὶ Ισραηλ.

11:3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες
Ιαβις ῎Ανες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους
εἰς πᾶν ὅριον Ισραηλ· ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς, ἐξελευσόμεϑα
πρὸς ὑμᾶς.

11:4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ
λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ἦραν πᾶς ὁ λαὸς
τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

11:5 καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ
πρωὶ ἐξ ἀγροῦ, καὶ εἶπεν Σαουλ Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται
αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβις.

11:6 καὶ ἐϕήλατο πνεῦμα κυρίου
ἐπὶ Σαουλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐϑυμώϑη ἐπ' αὐτοὺς
ὀργὴ αὐτοῦ σϕόδρα.

11:7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ
ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ῝Ος οὐκ
ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ, κατὰ τάδε
ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλϑεν ἔκστασις κυρίου ἐπὶ
τὸν λαὸν Ισραηλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.

11:8 καὶ ἐπισκέπτεται
αὐτοὺς Αβιεζεκ ἐν Βαμα, πᾶν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας
καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας.

11:9 καὶ εἶπεν τοῖς ἀγγέλοις
τοῖς ἐρχομένοις Τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις Αὔριον ὑμῖν ἡ
σωτηρία διαϑερμάναντος τοῦ ἡλίου. καὶ ἦλϑον οἱ ἄγγελοι εἰς τὴν
πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις, καὶ εὐϕράνϑησαν.

11:10 καὶ εἶπαν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην Αὔριον
ἐξελευσόμεϑα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαϑὸν ἐνώπιον
ὑμῶν.

11:11 καὶ ἐγενήϑη μετὰ τὴν αὔριον καὶ ἔϑετο Σαουλ τὸν λαὸν
εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν
ϕυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων, ἕως διεϑερμάνϑη
ἡ ἡμέρα, καὶ ἐγενήϑησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν,
καὶ οὐχ ὑπελείϕϑησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

11:12 καὶ εἶπεν ὁ
λαὸς πρὸς Σαμουηλ Τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν;
παράδος τοὺς ἄνδρας, καὶ ϑανατώσομεν αὐτούς.

11:13 καὶ εἶπεν Σαουλ
Οὐκ ἀποϑανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον κύριος
ἐποίησεν σωτηρίαν ἐν Ισραηλ.

11:14 Καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Πορευϑῶμεν εἰς Γαλγαλα
καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.

11:15 καὶ ἐπορεύϑη πᾶς ὁ
λαὸς εἰς Γαλγαλα, καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα
ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔϑυσεν ἐκεῖ ϑυσίας καὶ εἰρηνικὰς
ἐνώπιον κυρίου· καὶ εὐϕράνϑη Σαμουηλ καὶ πᾶς Ισραηλ
ὥστε λίαν.