Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 10

10:1 καὶ ἔλαβεν Σαμουηλ τὸν ϕακὸν τοῦ
ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐϕίλησεν αὐτὸν
καὶ εἶπεν αὐτῷ Οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν
αὐτοῦ, ἐπὶ Ισραηλ; καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου, καὶ σὺ σώσεις
αὐτὸν ἐκ χειρὸς ἐχϑρῶν αὐτοῦ κυκλόϑεν. καὶ τοῦτό σοι τὸ σημεῖον
ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα·

10:2 ὡς
ἂν ἀπέλϑῃς σήμερον ἀπ' ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς
τάϕοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα, καὶ ἐροῦσίν
σοι Εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύϑητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ
σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι' ὑμᾶς
λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;

10:3 καὶ ἀπελεύσει ἐκεῖϑεν καὶ
ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας
ἀναβαίνοντας πρὸς τὸν ϑεὸν εἰς Βαιϑηλ, ἕνα αἴροντα τρία
αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν
οἴνου·

10:4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο
ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν.

10:5 καὶ μετὰ ταῦτα
εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ ϑεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα
τῶν ἀλλοϕύλων, ἐκεῖ Νασιβ ὁ ἀλλόϕυλος· καὶ ἔσται ὡς ἂν εἰσέλϑητε
ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προϕητῶν καταβαινόντων
ἐκ τῆς Βαμα, καὶ ἔμπροσϑεν αὐτῶν νάβλα καὶ τύμπανον
καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προϕητεύοντες·

10:6 καὶ ἐϕαλεῖται
ἐπὶ σὲ πνεῦμα κυρίου, καὶ προϕητεύσεις μετ' αὐτῶν καὶ στραϕήσῃ
εἰς ἄνδρα ἄλλον.

10:7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ
σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι ϑεὸς μετὰ σοῦ.

10:8 καὶ καταβήσῃ ἔμπροσϑεν τῆς Γαλγαλα, καὶ ἰδοὺ καταβαίνω πρὸς
σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ ϑυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας
διαλείψεις ἕως τοῦ ἐλϑεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.

10:9 καὶ ἐγενήϑη ὥστε ἐπιστραϕῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελϑεῖν
ἀπὸ Σαμουηλ, μετέστρεψεν αὐτῷ ὁ ϑεὸς καρδίαν ἄλλην· καὶ ἦλϑεν
πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

10:10 καὶ ἔρχεται ἐκεῖϑεν εἰς τὸν
βουνόν, καὶ ἰδοὺ χορὸς προϕητῶν ἐξ ἐναντίας αὐτοῦ· καὶ ἥλατο
ἐπ' αὐτὸν πνεῦμα ϑεοῦ, καὶ ἐπροϕήτευσεν ἐν μέσῳ αὐτῶν.

10:11 καὶ
ἐγενήϑησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχϑὲς καὶ τρίτην καὶ εἶδον
καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προϕητῶν, καὶ εἶπεν ὁ λαὸς ἕκαστος
πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις; ἦ καὶ
Σαουλ ἐν προϕήταις;

10:12 καὶ ἀπεκρίϑη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς
πατὴρ αὐτοῦ; διὰ τοῦτο ἐγενήϑη εἰς παραβολήν ῏Η καὶ Σαουλ ἐν
προϕήταις;

10:13 καὶ συνετέλεσεν προϕητεύων καὶ ἔρχεται εἰς τὸν
βουνόν.

10:14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον
αὐτοῦ Ποῦ ἐπορεύϑητε; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ
εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλϑομεν πρὸς Σαμουηλ.

10:15 καὶ εἶπεν
ὁ οἰκεῖος πρὸς Σαουλ ᾽Απάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ.

10:16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ᾽Απήγγειλεν ἀπαγγέλλων
μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν
αὐτῷ.

10:17 Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηϕα

10:18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ ϑεὸς
Ισραηλ λέγων ᾽Εγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ
ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν
τῶν βασιλειῶν τῶν ϑλιβουσῶν ὑμᾶς·

10:19 καὶ ὑμεῖς σήμερον ἐξουϑενήκατε
τὸν ϑεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν
κακῶν ὑμῶν καὶ ϑλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ' ἢ ὅτι βασιλέα
στήσεις ἐϕ' ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ
τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς ϕυλὰς ὑμῶν.

10:20 καὶ προσήγαγεν
Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον
Βενιαμιν·

10:21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς ϕυλάς, καὶ κατακληροῦται
ϕυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν ϕυλὴν Ματταρι
εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν,
καὶ οὐχ εὑρίσκετο.

10:22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ Εἰ
ἔρχεται ὁ ἀνὴρ ἐνταῦϑα; καὶ εἶπεν κύριος ᾽Ιδοὺ αὐτὸς κέκρυπται
ἐν τοῖς σκεύεσιν.

10:23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖϑεν καὶ
κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώϑη ὑπὲρ πάντα τὸν λαὸν
ὑπὲρ ὠμίαν καὶ ἐπάνω.

10:24 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν
Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος
ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Ζήτω ὁ βασιλεύς.

10:25 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως
καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔϑηκεν ἐνώπιον κυρίου. καὶ ἐξαπέστειλεν
Σαμουηλ πάντα τὸν λαόν, καὶ ἀπῆλϑεν ἕκαστος εἰς τὸν
τόπον αὐτοῦ.

10:26 καὶ Σαουλ ἀπῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα·
καὶ ἐπορεύϑησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο κύριος καρδίας
αὐτῶν, μετὰ Σαουλ.

10:27 καὶ υἱοὶ λοιμοὶ εἶπαν Τί σώσει ἡμᾶς οὗτος;
καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.