Ἡ Μετάφρασις τῶν Ἑβδομήκοντα

Βασιλειων Α

CAPUT. 1

1:1 ῎Ανϑρωπος ἦν ἐξ Αρμαϑαιμ Σιϕα ἐξ ὄρους Εϕραιμ, καὶ ὄνομα
αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εϕραιμ.

1:2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Αννα, καὶ ὄνομα τῇ δευτέρᾳ
Φεννανα· καὶ ἦν τῇ Φεννανα παιδία, καὶ τῇ Αννα οὐκ ἦν
παιδίον.

1:3 καὶ ἀνέβαινεν ὁ ἄνϑρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως
αὐτοῦ ἐξ Αρμαϑαιμ προσκυνεῖν καὶ ϑύειν τῷ κυρίῳ ϑεῷ σαβαωϑ
εἰς Σηλω· καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οϕνι καὶ Φινεες
ἱερεῖς τοῦ κυρίου.

1:4 καὶ ἐγενήϑη ἡμέρᾳ καὶ ἔϑυσεν Ελκανα καὶ
ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς
ϑυγατράσιν αὐτῆς μερίδας·

1:5 καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν, ὅτι
οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ
ταύτην, καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς·

1:6 ὅτι
οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν ϑλῖψιν αὐτῆς καὶ κατὰ
τὴν ἀϑυμίαν τῆς ϑλίψεως αὐτῆς, καὶ ἠϑύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν
κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ
παιδίον.

1:7 οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν
αὐτὴν εἰς οἶκον κυρίου· καὶ ἠϑύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσϑιεν.

1:8 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα. καὶ εἶπεν αὐτῷ
᾽Ιδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ Τί ἐστίν σοι, ὅτι κλαίεις; καὶ ἵνα
τί οὐκ ἐσϑίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαϑὸς
ἐγώ σοι ὑπὲρ δέκα τέκνα;

1:9 καὶ ἀνέστη Αννα μετὰ τὸ ϕαγεῖν αὐτοὺς
ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐκάϑητο
ἐπὶ τοῦ δίϕρου ἐπὶ τῶν ϕλιῶν ναοῦ κυρίου.

1:10 καὶ αὐτὴ κατώδυνος
ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν

1:11 καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωϑ,
ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου
καὶ μνησϑῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω
αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας ϑανάτου αὐτοῦ, καὶ
οἶνον καὶ μέϑυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν
κεϕαλὴν αὐτοῦ.

1:12 καὶ ἐγενήϑη ὅτε ἐπλήϑυνεν προσευχομένη ἐνώπιον
κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐϕύλαξεν τὸ στόμα αὐτῆς·

1:13 καὶ αὐτὴ
ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ
ϕωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεϑύουσαν.

1:14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι ῞Εως πότε μεϑυσϑήσῃ;
περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.

1:15 καὶ
ἀπεκρίϑη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ
εἰμι καὶ οἶνον καὶ μέϑυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου
ἐνώπιον κυρίου·

1:16 μὴ δῷς τὴν δούλην σου εἰς ϑυγατέρα λοιμήν,
ὅτι ἐκ πλήϑους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.

1:17 καὶ ἀπεκρίϑη
Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ ϑεὸς Ισραηλ δῴη σοι
πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ' αὐτοῦ.

1:18 καὶ εἶπεν Εὗρεν ἡ δούλη
σου χάριν ἐν ὀϕϑαλμοῖς σου. καὶ ἐπορεύϑη ἡ γυνὴ εἰς τὴν ὁδὸν
αὐτῆς καὶ εἰσῆλϑεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔϕαγεν μετὰ τοῦ
ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν
ἔτι.

1:19 καὶ ὀρϑρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ
πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλϑεν Ελκανα εἰς τὸν οἶκον
αὐτοῦ Αρμαϑαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσϑη
αὐτῆς κύριος,

1:20 καὶ συνέλαβεν. καὶ ἐγενήϑη τῷ καιρῷ τῶν ἡμερῶν
καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν
῞Οτι παρὰ κυρίου ϑεοῦ σαβαωϑ ᾐτησάμην αὐτόν.

1:21 Καὶ ἀνέβη ὁ ἄνϑρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ ϑῦσαι
ἐν Σηλωμ τὴν ϑυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας
τὰς δεκάτας τῆς γῆς αὐτοῦ·

1:22 καὶ Αννα οὐκ ἀνέβη μετ' αὐτοῦ,
ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ῞Εως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν
ἀπογαλακτίσω αὐτό, καὶ ὀϕϑήσεται τῷ προσώπῳ κυρίου καὶ καϑήσεται
ἐκεῖ ἕως αἰῶνος.

1:23 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς
Ποίει τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου· κάϑου, ἕως ἂν ἀπογαλακτίσῃς
αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελϑὸν ἐκ τοῦ στόματός σου.
καὶ ἐκάϑισεν ἡ γυνὴ καὶ ἐϑήλασεν τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ
αὐτόν.

1:24 καὶ ἀνέβη μετ' αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ
τριετίζοντι καὶ ἄρτοις καὶ οιϕι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ
εἰσῆλϑεν εἰς οἶκον κυρίου ἐν Σηλωμ, καὶ τὸ παιδάριον μετ' αὐτῶν.

1:25 καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσϕαξεν ὁ πατὴρ αὐτοῦ
τὴν ϑυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ, καὶ προσήγαγεν
τὸ παιδάριον καὶ ἔσϕαξεν τὸν μόσχον. καὶ προσήγαγεν
Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι

1:26 καὶ εἶπεν ᾽Εν ἐμοί, κύριε·
ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ
προσεύξασϑαι πρὸς κύριον·

1:27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην,
καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ'
αὐτοῦ·

1:28 κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ
αὐτός, χρῆσιν τῷ κυρίῳ.